Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ἐκ τούτων περιπορευόμενοι τοὺς μὲν στεφάνους τῶν κατακειμένων δροσίζουσι τοῖς μύροις, ἄλλο μηδὲν ἔξωθεν παραραίνοντες.’ ἐπεὶ δ᾽ ἐνταῦθα τοῦ λόγου ἐσμέν, ‘συμβαλοῦμαί τι μέλος ὑμῖν εἰς ἔρωτα’ κατὰ τὸν Κυθήριον ποιητήν, ὅτι Ἰανὸς ὁ παρ᾽ ἡμῖν θεός, ὃν καὶ πατέρα προσαγορεύομεν, πρῶτος εὗρεν στέφανον. ἱστορεῖ δὲ τοῦτο Δράκων ὁ Κερκυραῖος ἐν τῷ περὶ Λίθων γράφων οὕτως: ‘Ἰανὸν δὲ λόγος ἔχει διπρόσωπον γεγονέναι, τὸ μὲν ὀπίσω τὸ δ᾽ ἔμπροσθεν ἔχοντα πρόσωπον, ἀπὸ τούτου καὶ τὸν Ἰανὸν ποταμὸν καὶ τὸ ὄρος Ἰανὸν ὀνομάζεσθαι,2 κατοικήσαντος αὐτοῦ ἐπὶ τοῦ ὄρους,
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.