καὶ τὸν ἐπὶ Θεμιστοκλέους δὲ βίον Τηλεκλείδης ἐν Πρυτάνεσιν ἁβρὸν ὄντα παραδίδωσι. Κρατῖνὸς τ᾽ ἐν Χείρωσι τὴν τρυφὴν ἐμφανίζων τὴν τῶν παλαιτέρων φησὶν
ἐχθὲς Μελανώπῳ, πολυτελοῦς Αἰγυπτίου,
ᾧ νῦν ἀλείφει τοὺς πόδας Καλλιστράτου.
79. Κλέαρχος δ᾽ ὁ Σολεὺς ἐν τοῖς Ἐρωτικοῖς ‘ διὰ τί,’ φησί, ‘ μετὰ χεῖρας ἄνθη καὶ μῆλα καὶ τὰ τοιαῦτα φέρομεν; πότερον ὅτι καὶ διὰ τῆς τούτων ἀγαπήσεως ’
ἁπαλὸν δὲ σισύμβριον ἢ ῥόδον ἢ κρίνον παρ᾽ οὖς
ἐθάκει,
μετὰ χερσὶ δὲ μῆλον ἕκαστος ἔχων σκίπωνὰ τ᾽ ἠγόραζον.