Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὅσα ἄνθρωπος ποιεῖ, διόπερ καὶ τοὺς ἐξαπατωμένους ῥᾳδίως ἐκ τοῦ τυχόντος οἱ κωμικοὶ ὤτους καλοῦσιν. ἐν γοῦν τῇ θήρᾳ αὐτῶν ὁ ἐπιτηδειότατος ὀρχεῖται στὰς κατὰ πρόσωπον αὐτῶν, καὶ τὰ ζῷα βλέποντα εἰς τὸν
ὀρχούμενον νευροσπαστεῖται.
[p. 268] ἄλλος δέ τις ὄπισθεν στὰς καὶ λαθὼν συλλαμβάνει, τῇ περὶ τὴν μίμησιν ἡδονῇ κατεχομένους, 45. τὸ δ᾽ αὐτὸ ποιεῖν λέγουσι καὶ τοὺς σκῶπας: καὶ γὰρ τούτους ὀρχήσει λόγος ἁλίσκεσθαι. μνημονεύει δ᾽ αὐτῶν Ὅμηρος, γένος τε ὀρχήσεως ἀπ᾽ αὐτῶν καλεῖται σκὼψ λαβὼν τοὔνομα ἀπὸ τῆς περὶ τὸ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.