καὶ μὴν παλαιῶν τῶνδέ σοι σκωπευμάτων.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἄλλη ὄρχησις κόσμου ἐκπύρωσις, ἧς μνημονεύει Μένιππος ὁ κυνικὸς ἐν τῷ Συμποσίῳ. καὶ γελοῖαι δ᾽ εἰσὶν ὀρχήσεις ἴγδις καὶ μακτρισμὸς ἀπόκινός τε καὶ σοβάς, ἔτι δὲ μορφασμὸς καὶ γλαὺξ καὶ λέων ἀλφίτων τε ἔκχυσις καὶ χρεῶν ἀποκοπή: καὶ στοιχεῖα καὶ πυρρίχη. μετ᾽ αὐλῶν δ᾽ ὠρχοῦντο τὴν τοῦ κελευστοῦ καὶ τὴν καλουμένην πινακίδα.
[p. 398] σχήματα δέ ἐστιν ὀρχήσεως ξιφισμός, καλαθίσκος, καλλαβίδες, σκώψ, σκώπευμα. ἦν δὲ ὁ σκώψ τῶν ἀποσκοπούντων τι σχῆμα ἄκραν τὴν χεῖρα ὑπὲρ τοῦ μετώπου κεκυρτωκότων. μνημονεύει Αἰσχύλος ἐν Θεωροῖς:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.