Click on a word to bring up parses, dictionary entries, and frequency statistics
δὲ τῶν ἐγχέλεων Ἱκέσιός φησιν ἐν τοῖς περὶ ὕλης ὡς αἱ ἐγχέλεις εὐχυλότεραι πάντων εἰσὶν ἰχθύων καὶ ὅτι εὐστομαχίᾳ διαφέρουσι τῶν πλείστων πλήσμιαι γάρ εἰσι καὶ πολύτροφοι, ἐν δὲ τοῖς ταρίχεσι τὰς Μακεδονικὰς ἐγχέλεις κατατάττει. Ἀριστοτέλης δὲ χαίρειν φησὶ τὰς ἐγχέλεις καθαρωτάτῳ ὕδατι. ὅθεν τοὺς ἐγχελυοτρόφους καθαρὸν αὐταῖς ἐπιχεῖν πνίγεσθαι γὰρ ἐν τῷ θολερῷ. διὸ καὶ οἱ θηρεύοντες θολοῦσι τὸ ὕδωρ ἵνα ἀποπνίγωνται. λεπτὰ γὰρ ἔχουσαι τὰ βράγχια αὐτίκα ὑπὸ τοῦ θολοῦ τοὺς πόρους ἐπιπωματίζονται.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.