Click on a word to bring up parses, dictionary entries, and frequency statistics
λέγων: ‘ Τιθωνοῦ Μελάνθιος ἔοικε βουλεύσασθαι βέλτιον. ὁ μὲν γὰρ ἀθανασίας ἐπιθυμήσας ἐν θαλάμῳ κρέμαται πάντων ὑπὸ γήρως ἐστερημένος τῶν ἡδέων: Μελάνθιος δὲ τῶν ἀπολαύσεων ἐρῶν, ηὔξατο τῆς μακραύχενος ὄρνιθος τὸν τράχηλον ἔχειν, ἵν᾽ ὅτι πλεῖστον τοῖς ἡδέσιν ἐνδιατρίβῃ.’ ὁ αὐτός φησι Πίθυλλον τὸν Τένθην καλούμενον οὐ
περιγλωττίδα μόνον ὑμενίνην φορεῖν, ἀλλὰ καὶ προσελυτροῦν τὴν γλῶσσαν πρὸς τὰς ἀπολαύσεις.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.