καὶ Ἀνακρέων;
ἴσχειν κελεύω χεῖρα διψῶσαν φόνου,
καὶ Ξενοφῶν δ᾽ ἐν τῷ τρίτῳ τῆς Παιδείας ποιεῖ τὸν Κῦρον τάδε λέγοντα: ' ἐγὼ ὑμῖν διψῶ χαρίσασθαι.' Πλάτων δ᾽ ἐν τῇ ΠολιτείᾳΣ32 ῾ ὅταν οἶμαι δημοκρατουμένη πόλις ἐλευθερίας διψήσασα κακῶν οἰνοχόων προστατούντων τύχῃ καὶ πορρωτέρω ”
φίλη γὰρ εἶς ξείνοις: ἔασον δέ με διψῶντα πιεῖν.