Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ Λαὶς καλὴ ὡς καὶ τοὺς ζωγράφους ἐρχομένους πρὸς αὐτὴν ἀπομιμεῖσθαι τῆς γυναικὸς τοὺς μαστοὺς καὶ τὰ στέρνα, διαζηλοτυπουμένη δέ ποτε ἡ Λαὶς τῇ Φρύνῃ πολὺν ἐραστῶν ἔσχηκεν ὅμιλον, οὐ διακρίνουσα πλούσιον ἢ πένητα οὐδ᾽ ὑβριστικῶς αὐτοῖς χρωμένη.
55. Ἀρίστιππος δὲ κατ᾽ ἔτος δύο μῆνας, συνδιημέρευεν αὐτῇ ἐν Αἰγίνῃ τοῖς Ποσειδωνίοις: καὶ ὀνειδιζόμενος ὑπὸ Ἱκέτου ὅτι ‘σὺ μὲν αὐτῇ τοσοῦτον ἀργύριον δίδως, ἡ δὲ προῖκα Διογένει τῷ κυνὶ συγκυλίεται,’ ἀπεκρίνατο: ‘ ἐγὼ Λαίδι χορηγῶ πολλά, ἵνα αὐτὸς αὐτῆς ἀπολαύω, οὐχ
’”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.