σαννάκρα, ἱπποτραγέλαφοι, βατιάκια, σαννάκια.
σελευκὶς. ὅτι ἀπὸ Σελεύκου τοῦ βασιλέως τὴν προσηγορίαν ἔσχεν τὸ ἔκπωμα προείρηται, ἱστοροῦντος τοῦτο καὶ Ἀπολλοδώρου τοῦ Ἀθηναίου. πολέμων δ᾽ ἐν πρώτῳ τῶν πρὸς Ἀδαῖον ‘ ποτήρια,’ φησί, ‘ παραπλήσια Σελευκίς, Ῥοδιάς,6 Ἀντιγονίς.’ [p. 222] ”