ἐκσεμνύνει δὲ τὴν τέχνην καὶ ὁ νεώτερος Κρατῖνος ἐν τοῖς Γίγασι λέγων
δούλοισι τὴν μαγειρικήν,
ἀλλ᾽ οὐδὲ τοῖς τυχοῦσι τῶν ἐλευθέρων.
ἐνθυμεῖ δὲ τῆς γῆς ὡς γλυκὺ
ὄζει καπνὸς τ᾽ ἐξέρχετ᾽ εὐωδέστερος;
οἰκεῖ τις, ὡς ἔοικεν, ἐν τῷ χάσματι
λιβανωτοπώλης ἢ μάγειρος Σικελικός,