καλεῖται δ᾽ οἰκόσιτος ὁ μὴ μισθοῦ, ἀλλὰ προῖκα τῇ πόλει ὑπηρετῶν. Ἀντιφάνης Σκύθῃ:
υἱὸς γὰρ οἰκόσιτος ἡδὺ γίνεται.
Μένανδρος Δακτυλίῳ:
ταχὺ γὰρ γίνεται
ἐκκλησιαστὴς οἰκόσιτος.
καὶ ἐν Κιθαριστῇ:
οἰκόσιτον νυμφίον
οὐδὲν δεόμενον προικὸς ἐξευρήκαμεν.
Ἐπισιτίου δὲ Κράτης Τόλμαις:
οὐκ οἰκοσίτους τοὺς ἀκροατὰς λαμβάνεις.
”
ποιμαίνει δ᾽ ἐπισίτιον, ῥιγῶν δ᾽ ἐν Μεγαβύζου
δέξετ᾽ ἐπὶ μισθῷ σῖτον.