Νικοχάρης:
ῥάφανόν τε πολλὴν ἐντράγητε, παύσεται
τὸ βάρος διασκεδᾷ τε τὸ προσὸν νῦν νέφος
ἐπὶ τοῦ μετώπου,
Ἄμφις:
εἰσαύριον.. ἀντὶ ῥαφάνων ἐψήσομεν
βαλάνιον, ἵνα νῷν ἐξάγῃ τὴν κραιπάλην.
περὶ δὲ τῆς δυνάμεως ταύτης ἣν ἡ κράμβη ποιεῖ ἱστορεῖ καὶ Θεόφραστος φεύγειν φάσκων καὶ ζῶσαν τὴν ἄμπελον τῆς ῥαφάνου τὴν ὀδμήν. [p. 152]1.
οὐκ ἔστιν, ὡς ἔοικε, φάρμακον μέθης
οὐδὲν τοιοῦτον ὡς τὸ προσπεσεῖν ἄφνω
λύπην τιν᾽. οὕτως ἐξελαύνει γὰρ σφόδρα
λῆρον ὥστε τὰς ῥαφάνους οὕτω δοκεῖν.