τοῖς αἰγιαλοῖς τοῖς κειμένοις πρὸς τὰ πελάγη καὶ λίαν ἀναπεπταμένοις σκληροὶ καὶ λεπτοὶ καὶ κυματοπλῆγές εἰσιν οἱ πλείους. περὶ δὲ τὰς ἀγχιβαθεῖς, ἐν αἷς μὴ λίαν ἔγκειται μεγάλα πνεύματα, πρὸς δὲ τούτοις εἴ που καὶ πόλεις σύνεγγύς εἰσιν, ἐνταῦθα δ᾽ ἔστι τὰ πλεῖστα γένη τῶν ἰχθύων ὁμαλῶς ἄριστα καὶ πρὸς ἡδονὴν καὶ πρὸς εὐπεψίαν καὶ πρὸς τὴν τροφὴν τοῦ σώματος, δύσπεπτοι δὲ καὶ βαρύτατοι τῶν θαλασσίων εἰσὶν οἱ μετεκβαίνοντες ἐκ τῆς θαλάσσης εἴς τε ποταμοὺς
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.