οὗτός ἐστι Θεαρίων ὁ ἀρτοποιὸς οὗ μνημονεύει Πλάτων ἐν Γοργίᾳ συγκαταλέγων αὐτῷ καὶ Μίθαικον οὕτως γράφων: “ ... οἵτινες ἀγαθοὶ γεγόνασιν ἢ εἰσὶ σωμάτων θεραπευταὶ ἔλεγές μοι πάνυ σπουδάζων, Θεαρίων ὁ ἀρτοκόπος καὶ Μίθαικος ””
ὁρῶν μὲν ἄρτους τούσδε λευκοσωμάτους [p. 28]
ἰπνὸν κατέχοντας ἐν πυκναῖς διεξόδοις,
ὁρῶν δὲ μορφὴν κριβάνοις ἠλλαγμένους,
μίμημα χειρὸς Ἀττικῆς, οὓς δημόταις
Θεαρίων ἔδειξεν;
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.