”
ἔπειτὰ γ᾽ εἰσιόντ᾽, ἐὰν λυπούμενος
τύχῃ τις ἡμῶν, ἐκολάκευσεν ἡδέως,
ἐφίλησεν οὐχὶ συμπιέσασα τὸ στόμα
ὥσπερ πολέμιον, ἀλλὰ τοῖσι στρουθίοις
χανοῦσ᾽ ὁμοίως, ἧσε, παρεμυθήσατο,
ἐποίησὲ θ᾽ ἱλαρὸν εὐθέως τ᾽ ἀφεῖλε πᾶν
αὐτοῦ τὸ λυποῦν κἀπέδειξεν ἵλεων.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ ἰὴ ἰή. ὅθεν καὶ τὸν τόπον ἐν ᾧ τοῦτο ἔπραττον ἱερὸν ὠνόμαζον. ὅτι δὲ τὸν αὐτὸν ἵλεων καὶ ἱλαρὸν ἔλεγον δηλοῖ Ἔφιππος ἐν τῷ ἐπιγραφομένῳ δράματι Ἐμπολή : περὶ ἑταίρας δέ τινος λέγει:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.