Click on a word to bring up parses, dictionary entries, and frequency statistics
κατασκευάζων πλείων δὲ πινόμενος ἐκλύει τὸν στόμαχον. ὁ δὲ Λέσβιος στῦψιν μικροτέραν ἔχει καὶ μᾶλλον οὐρεῖται. χαριέστατος δ᾽ ἐστὶν ὁ Χῖος καὶ τοῦ Χίου ὁ καλούμενος Ἀριούσιος. διαφοραὶ δὲ αὐτοῦ εἰσι τρεῖς: ὁ μὲν γὰρ αὐστηρὸς ἐστιν, ὁ δὲ γλυκάζων, ὁ δὲ μέσος τούτων τῇ γεύσει αὐτόκρατος καλεῖται. ὁ μὲν οὖν αὐστηρὸς εὔστομός ἐστι καὶ τρόφιμος καὶ μᾶλλον οὐρεῖται, ὁ
δὲ γλυκάζων τρόφιμος, πλήσμιος, κοιλίας μαλακτικός, ὁ δ᾽ αὐτόκρατος τῇ χρείᾳ μέσος ἐστί. κοινῶς
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.