Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τε καὶ μέλιτος, ὃν Ῥωμαῖοι λίβον καλοῦσι. καὶ ὁ Κύνουλκος ἔφη:
“ ἐμπίπλασο, Οὐλπιανέ, χθωροδλαψου πατρίου, ὃς παρ᾽ οὐδενὶ τῶν παλαιῶν μὰ τὴν Δήμητρα γέγραπται πλὴν εἰ μὴ ἄρα παρὰ τοῖς τὰ Φοινικικὰ συγγεγραφόσι Σαγχουνιάθωνι καὶ Μώχῳ, τοῖς σοῖς πολίταις.”
καὶ ὁ Οὐλπιανὸς
“ ἀλλ᾽ ἐμοὶ μέν,”
ἔφη,
“ὦ κυνάμυια, μελιπήκτων ἅλις, ἡδέως δ᾽ ἂν χόνδρου φάγοιμι τῶν
ὀστρακίδων ἢ τῶν κοκκάλων ἀφθόνως ἔχοντος.”
καὶ κομισθέντος
“ δότε,”
ἔφη,
“ μυστίλην: οὐ γὰρ ἂν εἴποιμι μύστρον ... παρ᾽ οὐδενὶ δὲ τῶν πρὸ
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.