Πάμφιλος δὲ τὸν ἀττανίτην καλούμενον ἐπίχυτόν φησι καλεῖσθαι. τοῦ δὲ ἀττανίτου Ἱππῶναξ ἐν τούτοις μνημονεύει:
ἐγὼ μὲν ἄρτους, μᾶζαν, ἀθάρην, ἄλφιτα,
κόλλικας, ὀβελίαν, μελιτοῦτταν, ἐπιχύτους,
πτισάνην, πλακοῦντας, δενδαλίδας, ταγηνίας
οὐκ ἀτταγᾶς τε καὶ λαγὼς καταβρύκων, [p. 484]
ου᾽ τηγανίτας σησάμοισι φαρμάσσων,
οὐδ᾽ ἀττανίτας κηρίοισιν ἐμβάπτων.