78. ἐκάλουν δ᾽ ἀπόνιπτρον τὸ ἀπόνιμμα τῶν χειρῶν καὶ τῶν ποδῶν. Ἀριστοφάνης:
ἐπέχει τις, ἀπενιζόμεθα, τοὺς στεφάνους πάλιν
τοὺς ἑσπερίνους λαβόντες ἐστεφανούμεθα. [p. 356]
ἴσως δὲ καὶ τὴν λεκάνην οὕτως ἔλεγον, ἐν ᾧ τρόπῳ καὶ χειρόνιπτρον. ἰδίως δὲ καλεῖται παρ᾽ Ἀθηναίοις ἀπόνιμμα ἐπὶ τῶν εἰς τιμὴν τοῖς νεκροῖς γινομένων καὶ ἐπὶ τῶν τοὺς ἐναγεῖς καθαιρόντων, ὡς καὶ Ἀντικλείδης ἐν τῷ ἐπιγραφομένῳ Ἐξηγητικῷ.
ὥσπερ ἀπόνιπτρον ἐκχέοντες ἑσπέρας.