Εὔβουλος δὲ πού φησι:
κατανύστασον παύσῃ γάρ. εἶτά σοι δότω
ῥάφανόν τις ἑφθήν.
ὅτι δὲ τὴν κράμβην ῥάφανον ἐκάλουν οἱ παλαιοὶ Ἀπολλόδωρος δηλοῖ ὁ Καρύστιος:
γύναι,
ῥάφανόν με νομίσασ᾽ εἰς ἐμέ σου τὴν κραιπάλην
μέλλεις ἀφεῖναι πᾶσαν, ὡς ἐμοὶ δοκεῖς.
Ἀναξανδρίδης :
εἰ δ᾽ ὅτι καλοῦμεν ῥάφανον, ὑμεῖς δ᾽ οἱ ξένοι
κράμβην, γυναιξὶ διαφέρειν οἴονται.
ἐὰν λούσησθε νῦν