Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“‘ δειπνεῖν ἀπεγράψατο.’ παρὰ Πτολεμαίῳ δὲ ματτύης περιφερομένης καὶ κατ᾽ ἐκεῖνον ἀεὶ λειπούσης,
[p. 106] ‘ Πτολεμαῖε,’ ἔφη, ‘ πότερον ἐγὼ μεθύω ἢ δοκεῖ μοι ταῦτα περιφέρεσθαι;’ Χαιρεφῶντος δὲ τοῦ παρασίτου φήσαντος οὐ δύνασθαι τὸν οἶνον φέρειν οὐδὲ γὰρ τὸ εἰς τὸν οἶνον, ἔφη. τοῦ δὲ Χαιρεφῶντος γυμνοῦ ἔν τινι δείπνῳ διαναστάντος ‘ Χαιρεφῶν,’ εἶπεν, ‘ ὥσπερ τὰς ληκύθους ὁρῶ σε μέχρι πόσου μεστὸς εἶ.’ καθ᾽ ὃν δὲ καιρὸν Δημοσθένης παρ᾽ Ἁρπάλου τὴν κύλικα εἰλήφει
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.