ἅπερ καὶ Πλάτων φυλάσσει κατὰ τὸ συμπόσιον. μετὰ γὰρ τὸ δειπνῆσαι σπονδὰς τέ φησιν ποιῆσαι καὶ τὸν θεὸν παιωνίσαντας τοῖς νομιζομένοις γέρασι. παραπλησίως δὲ καὶ Ξενοφῶν. παρὰ δὲ Ἐπικούρῳ [p. 338] οὐ σπονδή, οὐκ ἀπαρχὴ θεοῖς, ἀλλ᾽ ὥσπερ Σιμωνίδης ἔφη περὶ τῆς ἀκόσμου γυναικός,
νώμησαν δ᾽ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν.
αὐτὰρ ἐπεὶ σπεῖσὰν τ᾽.
ἄθυστα δὲ ἱρὰ πολλάκις κατεσθίει ...