Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πρότερος ἦρξεν, καθ᾽ ὃν Πλάτων τὰ Ἀγάθωνος νικητήρια γέγραφεν, ἐν οἷς Παυσανίας τὰ περὶ τῶν ἐρωτικῶν διεξέρχεται. θαυμαστὸν οὖν καὶ τερατῶδες, εἰ τὰ μήπω ῥηθέντα, μετὰ δὲ τέτταρα ἔτη ἐπιχειρηθέντα παρ᾽ Ἀγάθωνι Σωκράτης παρὰ Καλλίᾳ δειπνῶν εὐθύνει ὡς οὐ δεόντως ῥηθέντα.
57. ὅλως δὲ λῆρός ἐστι τῷ Πλάτωνι τὸ Συμπόσιον. ὅτε γὰρ Ἀγάθων ἐνίκα, Πλάτων ἦν δεκατεσσάρων ἐτῶν. ὁ μὲν γὰρ ἐπὶ ἄρχοντος Εὐφήμου στεφανοῦται Ληναίοις, Πλάτων δὲ γεννᾶται ἐπὶ Ἀπολλοδώρου τοῦ μετ᾽ Εὐθύδημον ἄρξαντος: δύο δὲ καὶ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.