. Ἄλεξις δ᾽ ἐν μὲν Ἀγωνίδι ἢ Ἱππίσκῳ::
ἀθῷος ἀποδοὺς θοἰμάτιον ἀπέρχεται,
στέφανον ἔχων τῶν ἐκκυλίστων οἴκαδε
ἐν δὲ τῷ Σκίρωνί φησι:
ὁ τρίτος οὗτος δ᾽ ἔχει
σύκων κυλιστὸν στέφανον. ἀλλ᾽ ἔχαιρε καὶ
ζῶν τοῖς τοιούτοις.
μνημονεύει δ᾽ αὐτοῦ καὶ Ἀντιφάνης ἐν Ἑαυτοῦ ”
ὥσπερ κυλιστὸς στέφανος αἰωρούμενος.