Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἰνδῶν βασιλέα Σελεύκῳ μεθ᾽ ὧν ἔπεμψε δώρων ἀποστεῖλαί τινας δυνάμεις στυτικὰς τοιαύτας ὡς ὑπὸ τοὺς πόδας τιθεμένας τῶν συνουσιαζόντων οἷς μὲν ὁρμὰς ἐμποιεῖν ὀρνίθων δίκην οὓς δὲ καταπαύειν. ηὔξηται δὲ νῦν καὶ ἡ τῆς μουσικῆς διαστροφή, καὶ ἡ περὶ τὰς ἐσθήσεις καὶ ὑποδέσεις ἐπήκμασε πολυτέλεια.
33. Ὅμηρος δὲ τὴν τοῦ μύρου φύσιν εἰδὼς οὐκ εἰσήγαγε μύροις ἀλειφομένους τοὺς ἥρωας πλὴν τὸν Πάριν ἐν οἷς φησὶ ‘ κάλλει στίλβων,’ ὡς καὶ Ἀφροδίτη κάλλει τὰ πρόσωπα καθαίρει. ἀλλ᾽ οὐδὲ στεφανουμένους εἰσάγει, καίτοι τῷ ἐκ τῆς
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.