Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ ἄγετε ἕως ἄν τις ὑμῖν ὡς κυνιδίοις ἄρτων ἢ ὀστέων προσρίψῃ. πόθεν ὑμῖν εἰδέναι ὅτι καὶ κύβοι, οὐχ οὓς ἀεὶ μεταχειρίζεσθε, ἄρτοι εἰσὶ τετράγωνοι, ἡδυσμένοι ἀννήθῳ καὶ τυρῷ καὶ ἐλαίῳ, ὥς φησιν ῾ Ἡρακλείδης ἐν Ὀψαρτυτικῷ; παρεῖδε δὲ τοῦτον ὁ Βλεψίας, ὥσπερ καὶ τὸν θαργηλὸν, ὅν τινες καλοῦσι θαλύσιον Κράτης δ᾽ ἐν β᾽ Ἀττικῆς διαλέκτου θάργηλον καλεῖσθαι τὸν ἐκ τῆς συγκομιδῆς πρῶτον γινόμενον ἄρτον καὶ τὸν σησαμίτην. οὐχ ἑώρακε δὲ οὐδὲ τὸν ἀνάστατον καλούμενον, ὃς ταῖς
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.