Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ μέλισσαν οὔτε κηφῆνα ὀχεύοντας, ὅθεν οὐκ εἶναι διιδεῖν πότερα αὐτῶν ἄρρενα ἢ θήλεα, πόθεν δ᾽ ὅτι οἱ ἄνθρωποι ἥσσονες μελισσῶν αἰεὶ γὰρ αὗται τὴν ἰσότητα τοῦ βίου τηροῦσιν, οὐ μεταβαλλόμεναι, ἀλλ᾽ ἀγείρουσαι καὶ ἀδιδάκτως ποιοῦσαι. οἱ δ᾽ ἄνθρωποι ἥσσονες μελισσῶν καὶ πλήρεις οἰήσεως ὡς ἐκεῖναι μέλιτος: πόθεν δ᾽ ἐτήρησεν; ἐν δὲ τῷ περὶ μακροβιότητός φησιν ὅτι ὦπταί τις μυῖα ἔτη ἕξ ἢ ἑπτὰ ζήσασα. τίς γὰρ τούτων ἡ ἀπόδειξις;
48. ποῦ δὲ εἶδεν ἐκ κέρατος ἐλάφου κισσὸν ἀναφύντα; γλαῦκες δέ., φησί, καὶ κόρακες ἡμέρας
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.