Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ ὁ καὶ τῆς φυγῆς αἴτιος γενόμενος Ῥουτιλίῳ τῷ τὴν Ῥωμαικὴν ἱστορίαν ἐκδεδωκότι τῇ Ἑλλήνων φωνῇ. περὶ δὲ Ἀπικίου τοῦ καὶ αὐτοῦ ἐπὶ ἀσωτίᾳ διαβοήτου ἐν τοῖς πρώτοις εἰρήκαμεν.
67. Διογένης δ᾽ ὁ Βαβυλώνιος ἐν τοῖς περὶ εὐγενείας ‘ τὸν Φωκίωνος υἱόν, φησί, Φῶκον οὐκ ἦν ὃς οὐκ ἐμίσει Ἀθηναίων καὶ ὁπότε
ἀπαντήσειέ τις αὐτῷ ἔλεγεν ' ὦ καταισχύνας τὸ γένος πάντα γὰρ ἀνάλωσε τὸ πατρῷα εἰς ἀσωτίαν καὶ μετὰ ταῦτα ἐκολάκευε τὸν ἐπὶ τῆς Μουνυχίας:: ἐφ᾽ ᾧ πάλιν
’”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.