Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ τοῦτο ἱστορεῖ Ἡγήσανδρος. Ἀριστόδημος δ᾽ ἐν δευτέρῳ Γελοίων Ἀπομνημονευμάτων ‘ Γνάθαιναν, φησί, δύο ἐμισθώσαντο, στρατιώτης καὶ μαστιγίας: ἀναγωγότερον οὖν τοῦ στρατιώτου
[p. 154] λάκκον αὐτὴν εἰπόντος ' πῶς; ἔφησεν: ἢ ὅτι δύο ποταμοὶ ἐμβάλλετέ μοι, Λύκος καὶ Ἐλεύθερος; ' ἐπὶ δὲ τὴν θυγατέρα τῆς Γναθαίνης πτωχῶν ἐραστῶν κωμαζόντων καὶ ἀπειλούντων κατασκάψειν τὴν οἰκίαν: ἐνηνοχέναι γὰρ δικέλλας καὶ ἄμας, ' εἰ ταῦτ᾽ εἴχεθ᾽ ὑμεῖς εἶπεν ἡ Γνάθαινα, ἐνέχυρα θέντες τὸ μίσθωμα ἂν ἀπεστείλατε.'’ ”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.