Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ εὐχερῶς διαφθειρόμενα διὰ τὸ ἁπαλὰ καὶ εὐδιάλυτα εἶναι. ὅθεν αἱ μήκωνες αὐτῶν πρὸς μὲν τὰς τῶν στομάχων εὐτονίας οὐκ εὐθετοῦσι πρὸς δὲ τὴν τῆς κοιλίας ἀσθένειαν χρήσιμοι, τροφιμώτεραι δὲ τούτων εἰσὶ καὶ ἀπολαυστικώτεραι αἱ τῆς πορφύρας μήκωνες, πλὴν σκιλλωδέστεραι ὑπάρχουσι καὶ γὰρ ὅλον τὸ κογχύλιον τοιοῦτόν ἐστιν, ἴδιον δὲ καὶ ταύταις καὶ τοῖς σωλῆσι παρέπεται τὸ ἑψομέναις παχὺν ποιεῖν τὸν ζωμόν. ἑψόμενοι δὲ τὸ καθ᾽ ἑαυτοὺς καὶ οἱ τράχηλοι τῶν πορφυρῶν εὐθετοῦσι πρὸς τὰς τῶν στομάχων διαθέσεις.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.