Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὀχεύουσι μέχρι ἂν ἄλλος ἀνατεθῇ: εἰ δὲ μὴ ἀνατεθείη, μάχονται πρὸς ἀλλήλους καὶ ὁ ἡττήσας τὸν ἡττηθέντα διὰ παντὸς ὀχεύει. ἱστορεῖται δὲ ὅτι καὶ ἀλεκτρυὼν εἰσιὼν οἱανδήποτε θύραν ἐπικλίνει τὸν λόφον καὶ ὅτι τῆς ὀχείας ἑτέρῳ δίχα μάχης οὐ παραχωρεῖ, ὁ δὲ Θεόφραστος τοὺς ἀγρίους φησὶν
ὀχευτικωτέρους εἶναι τῶν ἡμέρων, λέγει δὲ καὶ τοὺς ἄρρενας εὐθὺς ἐξ εὐνῆς ἐθέλειν πλησιάζειν, τὰς δὲ θηλείας προβαινούσης μᾶλλον τῆς ἡμέρας, καὶ οἱ στρουθοὶ δὲ εἰσιν ὀχευτικοί: διὸ καὶ Τερψικλῆς τοὺς ἐμφαγόντας φησὶν στρουθῶν ἐπικαταφόρους
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.