χρυσίδος δὲ Κρατῖνος ἐν Νόμοις:
οὗτος σύ, ποῖ τὴν ἀργυρίδα τηνδὶ φέρεις;
καὶ Ἕρμιππος ἐν Κέρκωψι:
χρυσίδι σπένδων γέγωνε τοῖς ὄφεσι πιεῖν διδούς:
καὶ ὅ γε ἐ..,1 ἐκαλεῖτο δέ τις καὶ βαλανωτὴ φιάλη, ἧς τῷ πυθμένι χρυσοῖ ὑπέκειντο ἀστράγαλοι. Σῆμος δ᾽ ἐν Δήλῳ ἀνακεῖσθαί φησι χαλκοῦν φοίνικα, Ναξίων ἀνάθημα, καὶ καρυωτὰς φιάλας χρυσᾶς. Ἀναξανδρίδης δὲ φιάλας Ἄρεος καλεῖ τὰ ποτήρια ταῦτα. Αἰολεῖς δὲ τὴν φιάλην ἀράκην καλοῦσι. 106. Φθίος. πλατεῖαι φιάλαι ὀμφαλωτοί. Εὔπολις: ‘ σὺν φθοῖσι προσπεπτωκώς.3’ ἔδει δὲ ὀξύνεσθαι ὡς Καρσί, παισί, φθειρσί, Φιλοτησία%10. κύλιξ τις ἣν κατὰ φιλίαν προὔπινον, ὥς φησι Πάμφιλος. Δημοσθένης δέ φησι: ‘ καὶ φιλοτησίας προὔπινεν.’ Ἄλεξις:
χρυσίδ᾽ οἴνου πανσέληνον ἐκπιὼν ὑφείλετο. [p. 246]
ἐκαλεῖτο δὲ καὶ τὸ ἑταιρικὸν συνευωχούμενον φιλοτήσιον. Ἀριστοφάνης: [p. 248]
φιλοτησίαν σοι τήνδ᾽ ἐγὼ
ἰδίᾳ τε καὶ κοινῇ κύλικα προπίομαι.
διὰ δὲ τὴν τοιαύτην πρόποσιν ἐκαλεῖτο καὶ κύλιξ φιλοτησία, ὡς ἐν Λυσιστράτῃ :
ἑπτάπους γοῦν ἡ σκιὰ ' στιν
ἡ ' πὶ τὸ δεῖπνον ὡς ἤδη καλεῖ μ᾽
ὁ χορὸς ὁ φιλοτήσιος.
χόννοι. παρὰ Γορτυνίοις ποτηρίου εἶδος, ὅμοιον θηρικλείῳ, χάλκεον ὃ δίδοσθαι τῷ ἁρπασθέντι ὑπὸ τοῦ ἐραστοῦ φησιν Ἑρμῶναξ. Χαλκιδικὰ ποτήρια ἴσως ἀπὸ τῆς Χαλκίδος τῆς Θρᾳκικῆς εὐδοκιμοῦντα. 107. χυτρῖδες. Ἄλεξις ἐν Ὑποβολιμαίῳ:
δέσποινα Πειθοῖ καὶ κύλιξ φιλοτησία.
”
ἐγὼ Πτολεμαίου τοῦ βασιλέως τέτταρα
χυτρίδι᾽ ἀκράτου: τῆς τ᾽ ἀδελφῆς προσλαβὼν
τῆς τοῦ βασιλέως ταὔτ᾽,5 ἀπνευστὶ τ᾽ ἐκπιὼν
ὡς ἄν τις ἥδιστ᾽ ἴσον ἴσῳ κεκραμένον,