Ἕρμιππος δ᾽ οὕτως:
μύρον ἐξ Ἀθηνῶν, ἐγχέλεις Βοιώτιαι.
ἕσπετε νῦν μοι, Μοῦσαι Ὀλύμπια δώματ᾽ ἔχουσαι,
ἐξ οὗ ναυκληρεῖ Διόνυσος ἐπ᾽: οἴνοπα πόντον,
ὅσσ᾽ ἀγάθ᾽ ἀνθρώποις δεῦρ᾽ ἤγαγε νηὶ μελαίνῃ.
ἐκ μὲν Κυρήνης καυλὸν καὶ δέρμα βόειον [p. 120]
ἐκ δ᾽ Ἑλλησπόντου σκόμβρους καὶ πάντα ταρίχη:
ἐκ δ᾽ αὖ Θετταλίας χόνδρον καὶ πλευρὰ βόεια:
καὶ παρὰ Σιτάλκου ψώραν Λακεδαιμονίοισι:
καὶ παρὰ Περδίκκου ψεύδη ναυσὶν πάνυ πολλαῖς.