Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ πρὸς δὲ τούτοισι πτερά, ὡς ὁ Ζελείτης Νικαγόρας ὁ καὶ τῆς πατρίδος τυραννήσας, ὡς ἱστορεῖ Βάτων ἐν τοῖς περὶ τῶν ἐν Ἐφέσῳ τυράννων. Ἡγήσανδρος δέ φησιν ὅτι καὶ Ἀστυκρέοντα θεραπευθέντα ὑπ᾽ αὐτοῦ Ἀπόλλωνα ἐκάλεσε. καὶ ἄλλος δ᾽ αὐτῷ τῶν περισωθέντων Ἀσκληπιοῦ στολὴν ἀναλαβὼν συμπεριεφέρετο. αὐτὸς δ᾽ ὁ Ζεὺς πορφύραν ἠμφιεσμένος καὶ στέφανον χρυσοῦν ἐπὶ τῆς κεφαλῆς ἔχων καὶ σκῆπτρον κρατῶν κρηπῖδάς τε ὑποδεδεμένος περιῄει μετὰ τοῦ θείου
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.