Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ γλῶσσα ὀστώδης, πρόλοβον δ᾽ οὐκ ἔχει.’ Ἀλέξανδρος δ᾽ ὁ Μύνδιος καὶ προσαγορεύεσθαί φησιν αὐτὸν λαγωδίαν. φασὶ δ᾽ αὐτὸν καὶ τὴν τροφὴν ἀναμαρυκᾶσθαι ἥδεσθαί τε ἵππῳ. εἰ γοῦν τις δορὰν ἵππων περιθοῖτο θηρεύσει ὅσους ἂν θέλῃ προσίασι γάρ ἐν ἄλλοις δὲ πάλιν φησὶν ὁ Ἀριστοτέλης: ‘ὁ ὦτός ἐστι μὲν παρόμοιος τῇ γλαυκί, οὔκ ἐστι δὲ νυκτερινός, ἔχει τε περὶ τὰ ὦτα πτερύγια, διὸ καὶ ὦτος καλεῖται: μέγεθος περιστερᾶς, μιμητὴς ἀνθρώπων ἀντορχούμενος γοῦν ἁλίσκεται.’ ἀνθρωποειδὴς δ᾽ ἐστὶ τὴν μορφὴν καὶ πάντων μιμητὴς
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.