ζητητέον δὲ εἰ καὶ ὁ τραπεζοκόμος ὁ αὐτὸς ἐστι τῷ τραπεζοποιῷ. Ἰόβας γὰρ ὁ βασιλεὺς ἐν ταῖς Ὁμοιότησι τὸν αὐτὸν εἶναί φησι τραπεζοκόμον καὶ τὸν ὑπὸ Ῥωμαίων καλούμενον στρούκτωρα, παρατιθέμενος ἐκ δράματος Ἀλεξάνδρου ᾧ ἐπιγραφὴ Πότος:
ἑτοιμάσει, σπονδὰς ποιήσει, τἄλλ᾽ ὅσα
τούτῳ προσήκει.
ἐκάλουν δὲ τραπεζοποιὸν τὸν τραπεζῶν ἐπιμελητὴν καὶ τῆς ἄλλης εὐκοσμίας. Φιλήμων Παρεισιόντι:
εἰς αὔριόν με δεῖ λαβεῖν αὐλητρίδα.
τραπεζοποιὸν, δημιουργὸν λήψομαι:
ἐπὶ τοῦτ᾽ ἀπέστειλ᾽ ἐξ ἀγροῦ μ᾽ ὁ δεσπότης.
ἔλεγον δὲ καὶ ἐπιτραπεζώματα τὰ ἐπιτιθέμενα τῇ τραπέζῃ βρώματα. Πλάτων Μενελάῳ:
περὶ τοὐπτάνιον οὐ γίνεθ᾽ ἡ σκευωρία:
τραπεζοποιὸς ἐστ᾽ ἐπὶ τοῦ διακονεῖν. [p. 276]