Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ στοᾶς κτίστης πρὸς τὸν ὀψοφάγον ᾧ συνέζη ἐπὶ πλείονα χρόνον, καθά φησιν Ἀντίγονος ὁ Καρύστιος ἐν τῷ Ζήνωνος βίῳ, μεγάλου τινὸς κατὰ τύχην ἰχθύος παρατεθέντος, ἄλλου δ᾽ οὐδενὸς παρεσκευασμένου, λαβὼν ὅλον ὁ Ζήνων ἀπὸ τοῦ πίνακος οἷος ἦν κατεσθίειν. τοῦ δ᾽ ἐμβλέψαντος αὐτῷ, ' τί οὖν, ' ἔφη, ' τοὺς συζῶντάς σοι οἴει πάσχειν, εἰ σὺ μίαν ἡμέραν μὴ δεδύνησαι ἐνεγκεῖν τὴν ἐμὴν ὀψοφαγίαν;᾽ Ἴστρος δέ φησι Χοιρίλον τὸν ποιητὴν παρ᾽ Ἀρχελάου τέσσαρας μνᾶς ἐφ᾽ ἡμέρᾳ λαμβάνοντα ταύτας καταναλίσκειν εἰς ὀψοφαγίαν, γενόμενον ὀψοφάγον. οὐκ ἀγνοῶ δὲ
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.