Δίδυμος δ᾽ ἐξηγούμενος τὸ ἰαμβεῖόν φησιν ‘ἴσως διότι οἱ Σφήττιοι ὀξεῖς.’ μνημονεύει δέ που καὶ τοῦ ἐκ Κλεωνῶν ὄξους ὡς διαφόρου :
ὄξει διέμενος Σφηττίῳ.
καὶ Δίφιλος:
ἐν δὲ Κλεωναῖς ὀξίδες εἰσί.
Φιλωνίδης:
δειπνεῖ τε καταδύς, πῶς δοκεῖς, Λακωνικῶς, [p. 294]
ὄξους δὲ κοτύλην Β. πάξ. α. τί πάξ; β. ὀξὶς μέτρον
χωρεῖ τοσοῦτο τῶν Κλεωναίων.
Ὁ δὲ Ταραντῖνος ῾ Ἡρακλείδης ἐν τῷ Συμποσίῳ
τὰ καταχύσματα
αὐτοῖσιν ὄξος οὐκ ἔχει.