καλῶς δὲ περὶ τῶν τοιούτων Ἔφιππος ἐν Σαπφοῖ φησιν
διὰ ταῦθ᾽ ὁ πόρνος οὗτος οὐδὲ τῶν πράσων
ἑκάστοτ᾽ ἐπεδείπνει μεθ᾽ ἡμῶν τοῦτο δ᾽ ἦν
ἵνα μή τι λυπήσειε τὸν ἐραστὴν φιλῶν.
τὰ αὐτὰ εἴρηκεν καὶ Αἰσχίνης ὁ ῥήτωρ ἐν τῷ κατὰ ”
ὅταν γὰρ ὢν νέος
ἀλλότριον εἰσελθὼν τις οἶκον διαλάθῃ
ἀσύμβολὸν τε χεῖρα προσβάλῃ βορᾷ,
διδόναι νόμιζ᾽ αὐτὸν σὺ τῆς νυκτὸς λόγον.