Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ οἱ δὲ τὰ Γεωργικὰ συγγράψαντες ἀδελφοὶ ἐν τῷ γ᾽ γράφουσιν οὕτως: ‘ καὶ τὴν μελίαν καὶ τὴν τέρμινθον, ἃ δὴ νῦν πιστάκια οἱ Σύροι καλοῦσιν.’ καὶ οὗτοι μὲν διὰ τοῦ π πιστάκια ταῦτα ὠνόμασαν, ὁ δὲ Νίκανδρος δασέως φιττάκια, ὁ Ποσειδώνιος δὲ βιστάκια.’ 62.
[p. 510]
περιβλέψας οὖν ἐν τούτοις τοὺς παρόντας καὶ
τυχὼν ἐπαίνου ἔφη: ‘ ἀλλὰ μὴν καὶ περὶ τῶν ἄλλων πάντων τῶν παρακειμένων λελέξεταί μοι, ἵνα με τῆς πολυμαθίας ἀγασθῆτε ἐρῶ δὲ πρότερον περὶ τῶν παρὰ Ἀλεξανδρεῦσιν καλουμένων κοννάρων
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.