’ Κονωνεῖος. Ἴστρος ὁ Καλλιμάχειος ἐν πρώτῳ Πτολεμαίδος τῆς ἐν Αἰγύπτῳ πόλεως γράφει οὕτως: : ‘ κυλίκων Κονωνείων ζεῦγος καὶ θηρικλείων χρυσοκλύστων ζεῦγος.’ 56. κότυλος. τὰ μόνωτα ποτήρια κότυλοι, ὧν καὶ Ἀλκαῖος μνημονεύει. Διόδωρος δ᾽ ἐν τῷ πρὸς Λυκόφρονα παρὰ Σικυωνίοις καὶ Ταραντίνοις ἐπιπολάζειν φησὶ τὸ ἔκπωμα, εἶναι δ᾽ αὐτὸ λουτηρίῳ ἐοικὸς βαθεῖ. ἔχει δὲ καὶ οὖς ἐνιαχῇ. μνημονεύει [p. 116] δὲ αὐτοῦ καὶ Ἴων ὁ Χῖος ‘ κότυλον οἴνου πλέων’
νέκταρ ἐπ᾽ ἀλλοδαπὴν οἶμον ἔβαινε πόδα.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.