Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ κατεσκευασμένοι: ὧν ἐφ᾽ ἑνὸς μὲν ἔκειτο στεφάνη χρυσῆ, ἐπ᾽ ἄλλου δὲ κέρας χρυσοῦν, ἐπ᾽ ἄλλου δὲ ἦν στέφανος χρυσοῦς, καὶ ἐπ᾽ ἄλλου δὲ κέρας ὁλόχρυσον. ἐπὶ δὲ τὸν Πτολεμαίου τοῦ Σωτῆρος θρόνον στέφανος ἐπέκειτο ἐκ μυρίων κατεσκευασμένος χρυσῶν, ἐπόμπευσε δὲ καὶ θυμιατήρια χρυσᾶ τριακόσια καὶ πεντήκοντα, καὶ βωμοὶ δὲ ἐπίχρυσοι ἐστεφανωμένοι χρυσοῖς στεφάνοις: ὧν ἑνὶ παρεπεπήγεσαν δᾷδες χρυσοῖ δεκαπήχεις τέσσαρες, ἐπόμπευσαν δὲ καὶ ἐσχάραι ἐπίχρυσοι β᾽, ὧν ἡ μὲν δωδεκάπηχυς τῇ περιμέτρῳ, τεσσαρακοντάπηχυς ὕψει, ἡ δὲ πηχῶν πεντεκαίδεκα.
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.