ταῦτα καὶ ὁ Κυθήριος Φιλόξενος: ὃν ἐπαινῶν Ἀντιφάνης ἐν τῷ Τριταγωνιστῇ φησι: [p. 474]
ἔνθα τι καινὸν ἐλέχθη κομψὸν ἀθυρμάτιον καὶ θαύμασαν αὔτ᾽ ἐπὶ τ᾽ ᾔνησαν ...
πολὺ γ᾽ ἐστὶ πάντων τῶν ποιητῶν διάφορος
ὁ Φιλόξενος, πρώτιστα μὲν γὰρ ὀνόμασιν
ἰδίοισι καὶ καινοῖσι χρῆται πανταχοῦ.
ἔπειτα τὰ μέλη μεταβολαῖς καὶ χρώμασιν
ὡς εὖ κέκραται. θεὸς ἐν ἀνθρώποισιν ἦν