Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ τὴν αὐλητρίδα Λάμιαν λέγων, ἀπαγγελθέντος δὲ καὶ τούτου πάλιν ὑπολαβὼν ὁ Δημήτριος ἔφη ‘ ἀλλ᾽ ἡ παρ᾽ ἐμοὶ πόρνη σωφρονέστερον τῆς παρ᾽ ἐκείνῳ Πηνελόπης ζῇ.’ 4.
[p. 312]
ὅτι δὲ καὶ Σύλλας ὁ Ῥωμαίων στρατηγὸς φιλόγελως ἦν προείρηται. Λεύκιος δὲ Ἀνίκιος, καὶ αὐτὸς ῾ Ῥωμαίων στρατηγήσας, Ἰλλυριοὺς καταπολεμήσας καὶ αἰχμάλωτον ἀγαγὼν Γένθιον τὸν τῶν Ἰλλυριῶν βασιλέα σὺν τοῖς τέκνοις, ἀγῶνας ἐπιτελῶν τοὺς ἐπινικίους ἐν τῇ Ῥώμῃ παντὸς γέλωτος ἄξια πράγματα ἐποίησεν, ὡς Πολύβιος
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.