Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ φύονται ἐκ τῆς ἰλύος καὶ τῆς ἄμμου.’ ἐν δ᾽ ἄλλοις φησὶν ὁΣ32 Ἀριστοτέλης: ‘ὁ κεστρεὺς καρχαρόδους ὢν οὐκ ἀλληλοφαγεῖ, ἅτε δὴ οὐδ᾽ ὅλως σαρκοφαγῶν, ἐστὶ δὲ ὁ μέν τις κέφαλος, ὁ δὲ χελλών, ὁ δὲ φεραῖος. καὶ ὁ μὲν χελλὼν πρὸς τῇ γῇ νέμεται, ὁ δὲ φεραῖος οὔ. καὶ τροφῇ χρῆται ὁ μὲν φεραῖος τῇ ἀφ᾽ αὑτοῦ γενομένῃ μύξῃ, ὁ δὲ χελλὼν ἄμμῳ καὶ ἰλύι. λέγεται δὲ καὶ ὅτι τὸν γόνον τῶν κεστρέων οὐδὲν τῶν θηρίων κατεσθίει, ἐπεὶ οὐδ᾽ οἱ κεστρεῖς οὐδένα τῶν ἰχθύων.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.