Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τοῦτο παρεσκευασμένον οἶκον. ἦν δὲ τοῦ μὲν θέρους ἡτοιμασμένη ψίαθος ἐφ᾽ ἑκάστης κλίνης, τοῦ δὲ χειμῶνος κώδιον προσκεφάλαιον δ᾽ αὐτὸν φέρειν ἕκαστον ἔδει. τὸ δὲ περιαγόμενον ποτήριον οὐ μεῖζον ἦν κοτυλιαίου, τράγημα δὲ θέρμος μὲν ἢ κύαμος συνεχῶς, ποτὲ δὲ καὶ τῶν ὡρίων εἰσεφέρετό τι, τοῦ μὲν θέρους ἄπιος ἢ ῥόα, τοῦ δ᾽ ἔαρος ὦχροι, κατὰ δὲ τὴν χειμερινὴν ὥραν
[p. 402] ἰσχάδες. μαρτυρεῖ δὲ καὶ περὶ τούτων Λυκόφρων ὁ Χαλκιδεὺς γράψας σατύρους Μενέδημον, ἐν οἷς φησιν ὁ Σιληνὸς πρὸς τοὺς σατύρους:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.