Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“‘ ἐργασάμεναι ἱκανῶς ἀπὸ τῆς ὥρας.’ Εὐάλκης δ᾽ ἐν τοῖς Ἐφεσιακοῖς καὶ ἐν Ἐφέσῳ φησὶν ἱερὸν ἱδρῦσθαι Ἑταίρᾳ ' Ἀφροδίτῃ. Κλέαρχος δ᾽ ἐν πρώτῳ Ἐρωτικῶν ‘ Γύγης, φησίν, ὁ Λυδῶν βασιλεὺς οὐ μόνον περὶ ζῶσαν τὴν ἐρωμένην περιβόητος γέγονεν, ἐγχειρίσας αὑτόν τε καὶ τὴν ἀρχὴν ἐκείνῃ πᾶσαν, ἀλλὰ καὶ τελευτησάσης συναγαγὼν τοὺς ἐκ τῆς χώρας Λυδοὺς πάντας ἔχωσε τὸ νῦν ἔτι καλούμενον τῆς Ἑταίρας μνῆμα, εἰς ὕψος ἄρας, ὥστε περιοδεύοντος αὐτοῦ τὴν ἐντὸς
’”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.