Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ ἠξίωται. Βαίτων γοῦν ὁ Ἀλεξάνδρου βηματιστὴς ἐν τῷ ἐπιγραφομένῳ Σταθμοὶ τῆς Ἀλεξάνδρου πορείας καὶ Ἀμύντας ἐν τοῖς Σταθμοῖς τὸ τῶν Ταπύρων ἔθνος φησὶν οὕτω φίλοινον εἶναι ὡς καὶ ἀλείμματι ἄλλῳ μηδενὶ χρῆσθαι ἢ τῷ οἴνῳ. τὰ δ᾽ αὐτὰ ἱστορεῖ καὶ Κτησίας ἐν τῷ περὶ τῶν κατὰ τὴν Ἀσίαν φόρων, οὗτος δὲ καὶ δικαιοτάτους αὐτοὺς λέγει εἶναι. Ἁρμόδιος δὲ ὁ Λεπρεάτης ἐν τῷ περὶ τῶν παρὰ Φιγαλεῦσι νομίμων φιλοπότας φησὶ γενέσθαι Φιγαλεῖς Μεσσηνίοις ἀστυγείτονας ὄντας
[p. 504]
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.