”’
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘57. Ἡγήσανδρος δ᾽ ἱστορεῖ καὶ Ἱέρωνα τὸν τύραννον ἀμβλύτερον κατὰ τὰς ὄψεις γενέσθαι καὶ τοὺς συνδειπνοῦντας τῶν φίλων ἔχειν ἐπίτηδες διαμαρτάνοντας τῶν ἐδεσμάτων ἵν᾽ ὑπ᾽ αὐτοῦ χειραγωγῶνται καὶ δοκῇ τῶν ἄλλων ὀξυδερκέστερος εἶναι. Εὐκλείδην δέ φησιν Ἡγήσανδρος τὸν Σεῦτλον ἐπικαλούμενον παράσιτος δ᾽ ἦν καὶ οὗτος παραθέντος τινὸς αὐτῷ πλείους σόγκους ἐν δείπνῳ,
“ὁ Καπανεύς, ἔφη, ὁ ὑπὸ τοῦ Εὐριπίδου εἰσαγόμενος ἐν ταῖς Ἱκέτισιν ὑπεραστεῖος ἦν
[p. 130]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.