μήποτ᾽ οὖν καὶ οἱ παρ᾽ Ἐπιχάρμῳ αἰολίαι λεγόμενοι ἐν Μούσαις κορακῖνοί εἰσι. φησὶ γάρ:
ῥηιδίως ἕλκοιο καὶ αἰολίην κορακῖνον.
ἐν δὲ Ἥβας γάμῳ καὶ τῶν αἰολιῶν μνημονεύει ὡς διαφόρων
αἰολίαι πλῶτές τε κυνόγλωσσοί τε.
Εὐθύδημος δ᾽ ἐν τῷ περὶ ταρίχων τὸν κορακῖνόν φησιν ὑπὸ πολλῶν σαπέρδην προσαγορεύεσθαι.
μύες ἀλφησταί τε κορακῖνοί τε κοριοειδέες,
αἰολίαι πλῶτές τε κυνόγλωσσοί τε.